Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. μῆτερ ἐμὴ τὰ μὲν ὅπλα θεὸς πόρεν οἷʼ ἐπιεικὲς
  2. ἔργʼ ἔμεν ἀθανάτων, μὴ δὲ βροτὸν ἄνδρα τελέσσαι.
  3. νῦν δʼ ἤτοι μὲν ἐγὼ θωρήξομαι· ἀλλὰ μάλʼ αἰνῶς
  4. δείδω μή μοι τόφρα Μενοιτίου ἄλκιμον υἱὸν
  5. μυῖαι καδδῦσαι κατὰ χαλκοτύπους ὠτειλὰς
  6. εὐλὰς ἐγγείνωνται, ἀεικίσσωσι δὲ νεκρόν,
  7. ἐκ δʼ αἰὼν πέφαται, κατὰ δὲ χρόα πάντα σαπήῃ.
  8. τὸν δʼ ἠμείβετʼ ἔπειτα θεὰ Θέτις ἀργυρόπεζα·
  9. τέκνον μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  10. τῷ μὲν ἐγὼ πειρήσω ἀλαλκεῖν ἄγρια φῦλα
  11. μυίας, αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν·
  12. ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,
  13. αἰεὶ τῷ γʼ ἔσται χρὼς ἔμπεδος, ἢ καὶ ἀρείων.
  14. ἀλλὰ σύ γʼ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
  15. μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν
  16. αἶψα μάλʼ ἐς πόλεμον θωρήσσεο, δύσεο δʼ ἀλκήν.
  17. ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,
  18. Πατρόκλῳ δʼ αὖτʼ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν
  19. στάξε κατὰ ῥινῶν, ἵνα οἱ χρὼς ἔμπεδος εἴη.
  20. αὐτὰρ ὃ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς