Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • σίτου καὶ οἴνοιο· τὸ γὰρ μένος ἐστὶ καὶ ἀλκή.
  • οὐ γὰρ ἀνὴρ πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
  • ἄκμηνος σίτοιο δυνήσεται ἄντα μάχεσθαι·
  • εἴ περ γὰρ θυμῷ γε μενοινάᾳ πολεμίζειν,
  • ἀλλά τε λάθρῃ γυῖα βαρύνεται, ἠδὲ κιχάνει
  • δίψά τε καὶ λιμός, βλάβεται δέ τε γούνατʼ ἰόντι.
  • ὃς δέ κʼ ἀνὴρ οἴνοιο κορεσσάμενος καὶ ἐδωδῆς
  • ἀνδράσι δυσμενέεσσι πανημέριος πολεμίζῃ,
  • θαρσαλέον νύ οἱ ἦτορ ἐνὶ φρεσίν, οὐδέ τι γυῖα
  • πρὶν κάμνει πρὶν πάντας ἐρωῆσαι πολέμοιο.
  • ἀλλʼ ἄγε λαὸν μὲν σκέδασον καὶ δεῖπνον ἄνωχθι
  • ὅπλεσθαι· τὰ δὲ δῶρα ἄναξ ἀνδρῶν Ἀγαμέμνων
  • οἰσέτω ἐς μέσσην ἀγορήν, ἵνα πάντες Ἀχαιοὶ
  • ὀφθαλμοῖσιν ἴδωσι, σὺ δὲ φρεσὶ σῇσιν ἰανθῇς.
  • ὀμνυέτω δέ τοι ὅρκον ἐν Ἀργείοισιν ἀναστὰς
  • μή ποτε τῆς εὐνῆς ἐπιβήμεναι ἠδὲ μιγῆναι·
  • ἣ θέμις ἐστὶν ἄναξ ἤ τʼ ἀνδρῶν ἤ τε γυναικῶν·
  • καὶ δὲ σοὶ αὐτῷ θυμὸς ἐνὶ φρεσὶν ἵλαος ἔστω.
  • αὐτὰρ ἔπειτά σε δαιτὶ ἐνὶ κλισίῃς ἀρεσάσθω
  • πιείρῃ, ἵνα μή τι δίκης ἐπιδευὲς ἔχῃσθα.