Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. χθιζὸς ἐνὶ κλισίῃσιν ὑπέσχετο δῖος Ὀδυσσεύς.
  2. εἰ δʼ ἐθέλεις, ἐπίμεινον ἐπειγόμενός περ Ἄρηος,
  3. δῶρα δέ τοι θεράποντες ἐμῆς παρὰ νηὸς ἑλόντες
  4. οἴσουσʼ, ὄφρα ἴδηαι ὅ τοι μενοεικέα δώσω.
  5. τὸν δʼ ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  6. Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον
  7. δῶρα μὲν αἴ κʼ ἐθέλῃσθα παρασχέμεν, ὡς ἐπιεικές,
  8. ἤ τʼ ἐχέμεν παρὰ σοί· νῦν δὲ μνησώμεθα χάρμης
  9. αἶψα μάλʼ· οὐ γὰρ χρὴ κλοτοπεύειν ἐνθάδʼ ἐόντας
  10. οὐδὲ διατρίβειν· ἔτι γὰρ μέγα ἔργον ἄρεκτον·
  11. ὥς κέ τις αὖτʼ Ἀχιλῆα μετὰ πρώτοισιν ἴδηται
  12. ἔγχεϊ χαλκείῳ Τρώων ὀλέκοντα φάλαγγας.
  13. ὧδέ τις ὑμείων μεμνημένος ἀνδρὶ μαχέσθω.
  14. τὸν δʼ ἀπαμειβόμενος προσέφη πολύμητις Ὀδυσσεύς·
  15. μὴ δʼ οὕτως, ἀγαθός περ ἐών, θεοείκελʼ Ἀχιλλεῦ
  16. νήστιας ὄτρυνε προτὶ Ἴλιον υἷας Ἀχαιῶν
  17. Τρωσὶ μαχησομένους, ἐπεὶ οὐκ ὀλίγον χρόνον ἔσται
  18. φύλοπις, εὖτʼ ἂν πρῶτον ὁμιλήσωσι φάλαγγες
  19. ἀνδρῶν, ἐν δὲ θεὸς πνεύσῃ μένος ἀμφοτέροισιν.
  20. ἀλλὰ πάσασθαι ἄνωχθι θοῇς ἐπὶ νηυσὶν Ἀχαιοὺς