Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Πάτροκλος, τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων
  2. ἶσον ἐμῇ κεφαλῇ; τὸν ἀπώλεσα, τεύχεα δʼ Ἕκτωρ
  3. δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι
  4. καλά· τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
  5. ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.
  6. αἴθʼ ὄφελες σὺ μὲν αὖθι μετʼ ἀθανάτῃς ἁλίῃσι
  7. ναίειν, Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.
  8. νῦν δʼ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη
  9. παιδὸς ἀποφθιμένοιο, τὸν οὐχ ὑποδέξεαι αὖτις
  10. οἴκαδε νοστήσαντʼ, ἐπεὶ οὐδʼ ἐμὲ θυμὸς ἄνωγε
  11. ζώειν οὐδʼ ἄνδρεσσι μετέμμεναι, αἴ κε μὴ Ἕκτωρ
  12. πρῶτος ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσῃ,
  13. Πατρόκλοιο δʼ ἕλωρα Μενοιτιάδεω ἀποτίσῃ.
  14. τὸν δʼ αὖτε προσέειπε Θέτις κατὰ δάκρυ χέουσα·
  15. ὠκύμορος δή μοι τέκος ἔσσεαι, οἷʼ ἀγορεύεις·
  16. αὐτίκα γάρ τοι ἔπειτα μεθʼ Ἕκτορα πότμος ἑτοῖμος.
  17. τὴν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  18. αὐτίκα τεθναίην, ἐπεὶ οὐκ ἄρʼ ἔμελλον ἑταίρῳ
  19. κτεινομένῳ ἐπαμῦναι· ὃ μὲν μάλα τηλόθι πάτρης
  20. ἔφθιτʼ, ἐμεῖο δὲ δῆσεν ἀρῆς ἀλκτῆρα γενέσθαι.