Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐν ποταμῷ, ὅθι τʼ ἀρδμὸς ἔην πάντεσσι βοτοῖσιν,
  2. ἔνθʼ ἄρα τοί γʼ ἵζοντʼ εἰλυμένοι αἴθοπι χαλκῷ.
  3. τοῖσι δʼ ἔπειτʼ ἀπάνευθε δύω σκοποὶ εἵατο λαῶν
  4. δέγμενοι ὁππότε μῆλα ἰδοίατο καὶ ἕλικας βοῦς.
  5. οἳ δὲ τάχα προγένοντο, δύω δʼ ἅμʼ ἕποντο νομῆες
  6. τερπόμενοι σύριγξι· δόλον δʼ οὔ τι προνόησαν.
  7. οἳ μὲν τὰ προϊδόντες ἐπέδραμον, ὦκα δʼ ἔπειτα
  8. τάμνοντʼ ἀμφὶ βοῶν ἀγέλας καὶ πώεα καλὰ
  9. ἀργεννέων οἰῶν, κτεῖνον δʼ ἐπὶ μηλοβοτῆρας.
  10. οἳ δʼ ὡς οὖν ἐπύθοντο πολὺν κέλαδον παρὰ βουσὶν
  11. εἰράων προπάροιθε καθήμενοι, αὐτίκʼ ἐφʼ ἵππων
  12. βάντες ἀερσιπόδων μετεκίαθον, αἶψα δʼ ἵκοντο.
  13. στησάμενοι δʼ ἐμάχοντο μάχην ποταμοῖο παρʼ ὄχθας,
  14. βάλλον δʼ ἀλλήλους χαλκήρεσιν ἐγχείῃσιν.
  15. ἐν δʼ Ἔρις ἐν δὲ Κυδοιμὸς ὁμίλεον, ἐν δʼ ὀλοὴ Κήρ,
  16. ἄλλον ζωὸν ἔχουσα νεούτατον, ἄλλον ἄουτον,
  17. ἄλλον τεθνηῶτα κατὰ μόθον ἕλκε ποδοῖιν·
  18. εἷμα δʼ ἔχʼ ἀμφʼ ὤμοισι δαφοινεὸν αἵματι φωτῶν.
  19. ὡμίλευν δʼ ὥς τε ζωοὶ βροτοὶ ἠδʼ ἐμάχοντο,
  20. νεκρούς τʼ ἀλλήλων ἔρυον κατατεθνηῶτας.