Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Τρωσὶ δαμείς· ὃ δὲ κεῖται ἐπὶ χθονὶ θυμὸν ἀχεύων.
  2. τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
  3. θάρσει· μή τοι ταῦτα μετὰ φρεσὶ σῇσι μελόντων.
  4. αἲ γάρ μιν θανάτοιο δυσηχέος ὧδε δυναίμην
  5. νόσφιν ἀποκρύψαι, ὅτε μιν μόρος αἰνὸς ἱκάνοι,
  6. ὥς οἱ τεύχεα καλὰ παρέσσεται, οἷά τις αὖτε
  7. ἀνθρώπων πολέων θαυμάσσεται, ὅς κεν ἴδηται.
  8. ὣς εἰπὼν τὴν μὲν λίπεν αὐτοῦ, βῆ δʼ ἐπὶ φύσας·
  9. τὰς δʼ ἐς πῦρ ἔτρεψε κέλευσέ τε ἐργάζεσθαι.
  10. φῦσαι δʼ ἐν χοάνοισιν ἐείκοσι πᾶσαι ἐφύσων
  11. παντοίην εὔπρηστον ἀϋτμὴν ἐξανιεῖσαι,
  12. ἄλλοτε μὲν σπεύδοντι παρέμμεναι, ἄλλοτε δʼ αὖτε,
  13. ὅππως Ἥφαιστός τʼ ἐθέλοι καὶ ἔργον ἄνοιτο.
  14. χαλκὸν δʼ ἐν πυρὶ βάλλεν ἀτειρέα κασσίτερόν τε
  15. καὶ χρυσὸν τιμῆντα καὶ ἄργυρον· αὐτὰρ ἔπειτα
  16. θῆκεν ἐν ἀκμοθέτῳ μέγαν ἄκμονα, γέντο δὲ χειρὶ
  17. ῥαιστῆρα κρατερήν, ἑτέρηφι δὲ γέντο πυράγρην.
  18. ποίει δὲ πρώτιστα σάκος μέγα τε στιβαρόν τε
  19. πάντοσε δαιδάλλων, περὶ δʼ ἄντυγα βάλλε φαεινὴν
  20. τρίπλακα μαρμαρέην, ἐκ δʼ ἀργύρεον τελαμῶνα.