Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.
  2. τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος
  3. καλή, τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις·
  4. ἔν τʼ ἄρα οἱ φῦ χειρὶ ἔπος τʼ ἔφατʼ ἔκ τʼ ὀνόμαζε·
  5. τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ
  6. αἰδοίη τε φίλη τε; πάρος γε μὲν οὔ τι θαμίζεις.
  7. ἀλλʼ ἕπεο προτέρω, ἵνα τοι πὰρ ξείνια θείω.
  8. ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.
  9. τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου
  10. καλοῦ δαιδαλέου· ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν·
  11. κέκλετο δʼ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον·
  12. Ἥφαιστε πρόμολʼ ὧδε· Θέτις νύ τι σεῖο χατίζει.
  13. τὴν δʼ ἠμείβετʼ ἔπειτα περικλυτὸς ἀμφιγυήεις·
  14. ἦ ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,
  15. ἥ μʼ ἐσάωσʼ ὅτε μʼ ἄλγος ἀφίκετο τῆλε πεσόντα
  16. μητρὸς ἐμῆς ἰότητι κυνώπιδος, ἥ μʼ ἐθέλησε
  17. κρύψαι χωλὸν ἐόντα· τότʼ ἂν πάθον ἄλγεα θυμῷ,
  18. εἰ μή μʼ Εὐρυνόμη τε Θέτις θʼ ὑπεδέξατο κόλπῳ
  19. Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.
  20. τῇσι παρʼ εἰνάετες χάλκευον δαίδαλα πολλά,