Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
  2. καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,
  3. ὅς περ θνητός τʼ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε·
  4. πῶς δὴ ἔγωγʼ, ἥ φημι θεάων ἔμμεν ἀρίστη,
  5. ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
  6. κέκλημαι, σὺ δὲ πᾶσι μετʼ ἀθανάτοισιν ἀνάσσεις,
  7. οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;
  8. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον·
  9. Ἡφαίστου δʼ ἵκανε δόμον Θέτις ἀργυρόπεζα
  10. ἄφθιτον ἀστερόεντα μεταπρεπέʼ ἀθανάτοισι
  11. χάλκεον, ὅν ῥʼ αὐτὸς ποιήσατο κυλλοποδίων.
  12. τὸν δʼ εὗρʼ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας
  13. σπεύδοντα· τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν
  14. ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,
  15. χρύσεα δέ σφʼ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν,
  16. ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατʼ ἀγῶνα
  17. ἠδʼ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.
  18. οἳ δʼ ἤτοι τόσσον μὲν ἔχον τέλος, οὔατα δʼ οὔ πω
  19. δαιδάλεα προσέκειτο· τά ῥʼ ἤρτυε, κόπτε δὲ δεσμούς.
  20. ὄφρʼ ὅ γε ταῦτʼ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι,