Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὰς αὐτοὶ καμόμεσθα βίηφί τε δουρί τε μακρῷ
  2. πιείρας πέρθοντε πόλεις μερόπων ἀνθρώπων.
  3. ὣς εἰπὼν ἑτάροισιν ἐκέκλετο δῖος Ἀχιλλεὺς
  4. ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν, ὄφρα τάχιστα
  5. Πάτροκλον λούσειαν ἄπο βρότον αἱματόεντα.
  6. οἳ δὲ λοετροχόον τρίποδʼ ἵστασαν ἐν πυρὶ κηλέῳ,
  7. ἐν δʼ ἄρʼ ὕδωρ ἔχεαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλόντες.
  8. γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε, θέρμετο δʼ ὕδωρ·
  9. αὐτὰρ ἐπεὶ δὴ ζέσσεν ὕδωρ ἐνὶ ἤνοπι χαλκῷ,
  10. καὶ τότε δὴ λοῦσάν τε καὶ ἤλειψαν λίπʼ ἐλαίῳ,
  11. ἐν δʼ ὠτειλὰς πλῆσαν ἀλείφατος ἐννεώροιο·
  12. ἐν λεχέεσσι δὲ θέντες ἑανῷ λιτὶ κάλυψαν
  13. ἐς πόδας ἐκ κεφαλῆς, καθύπερθε δὲ φάρεϊ λευκῷ.
  14. παννύχιοι μὲν ἔπειτα πόδας ταχὺν ἀμφʼ Ἀχιλῆα
  15. Μυρμιδόνες Πάτροκλον ἀνεστενάχοντο γοῶντες·
  16. Ζεὺς δʼ Ἥρην προσέειπε κασιγνήτην ἄλοχόν τε·
  17. ἔπρηξας καὶ ἔπειτα βοῶπις πότνια Ἥρη
  18. ἀνστήσασʼ Ἀχιλῆα πόδας ταχύν· ἦ ῥά νυ σεῖο
  19. ἐξ αὐτῆς ἐγένοντο κάρη κομόωντες Ἀχαιοί.
  20. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·