Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. παντοίου δρόμου ἄσῃ ὑπὸ πτόλιν ἠλασκάζων·
  2. εἴσω δʼ οὔ μιν θυμὸς ἐφορμηθῆναι ἐάσει,
  3. οὐδέ ποτʼ ἐκπέρσει· πρίν μιν κύνες ἀργοὶ ἔδονται.
  4. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
  5. Πουλυδάμα σὺ μὲν οὐκέτʼ ἐμοὶ φίλα ταῦτʼ ἀγορεύεις,
  6. ὃς κέλεαι κατὰ ἄστυ ἀλήμεναι αὖτις ἰόντας.
  7. ἦ οὔ πω κεκόρησθε ἐελμένοι ἔνδοθι πύργων;
  8. πρὶν μὲν γὰρ Πριάμοιο πόλιν μέροπες ἄνθρωποι
  9. πάντες μυθέσκοντο πολύχρυσον πολύχαλκον·
  10. νῦν δὲ δὴ ἐξαπόλωλε δόμων κειμήλια καλά,
  11. πολλὰ δὲ δὴ Φρυγίην καὶ Μῃονίην ἐρατεινὴν
  12. κτήματα περνάμενʼ ἵκει, ἐπεὶ μέγας ὠδύσατο Ζεύς.
  13. νῦν δʼ ὅτε πέρ μοι ἔδωκε Κρόνου πάϊς ἀγκυλομήτεω
  14. κῦδος ἀρέσθʼ ἐπὶ νηυσί, θαλάσσῃ τʼ ἔλσαι Ἀχαιούς,
  15. νήπιε μηκέτι ταῦτα νοήματα φαῖνʼ ἐνὶ δήμῳ·
  16. οὐ γάρ τις Τρώων ἐπιπείσεται· οὐ γὰρ ἐάσω.
  17. ἀλλʼ ἄγεθʼ ὡς ἂν ἐγὼ εἴπω, πειθώμεθα πάντες.
  18. νῦν μὲν δόρπον ἕλεσθε κατὰ στρατὸν ἐν τελέεσσι,
  19. καὶ φυλακῆς μνήσασθε, καὶ ἐγρήγορθε ἕκαστος·
  20. Τρώων δʼ ὃς κτεάτεσσιν ὑπερφιάλως ἀνιάζει,