Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • νῦν δʼ αἰνῶς δείδοικα ποδώκεα Πηλεΐωνα·
  • οἷος κείνου θυμὸς ὑπέρβιος, οὐκ ἐθελήσει
  • μίμνειν ἐν πεδίῳ, ὅθι περ Τρῶες καὶ Ἀχαιοὶ
  • ἐν μέσῳ ἀμφότεροι μένος Ἄρηος δατέονται,
  • ἀλλὰ περὶ πτόλιός τε μαχήσεται ἠδὲ γυναικῶν.
  • ἀλλʼ ἴομεν προτὶ ἄστυ, πίθεσθέ μοι· ὧδε γὰρ ἔσται·
  • νῦν μὲν νὺξ ἀπέπαυσε ποδώκεα Πηλεΐωνα
  • ἀμβροσίη· εἰ δʼ ἄμμε κιχήσεται ἐνθάδʼ ἐόντας
  • αὔριον ὁρμηθεὶς σὺν τεύχεσιν, εὖ νύ τις αὐτὸν
  • γνώσεται· ἀσπασίως γὰρ ἀφίξεται Ἴλιον ἱρὴν
  • ὅς κε φύγῃ, πολλοὺς δὲ κύνες καὶ γῦπες ἔδονται
  • Τρώων· αἲ γὰρ δή μοι ἀπʼ οὔατος ὧδε γένοιτο.
  • εἰ δʼ ἂν ἐμοῖς ἐπέεσσι πιθώμεθα κηδόμενοί περ,
  • νύκτα μὲν εἰν ἀγορῇ σθένος ἕξομεν, ἄστυ δὲ πύργοι
  • ὑψηλαί τε πύλαι σανίδες τʼ ἐπὶ τῇς ἀραρυῖαι
  • μακραὶ ἐΰξεστοι ἐζευγμέναι εἰρύσσονται·
  • πρῶϊ δʼ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
  • στησόμεθʼ ἂμ πύργους· τῷ δʼ ἄλγιον, αἴ κʼ ἐθέλῃσιν
  • ἐλθὼν ἐκ νηῶν περὶ τείχεος ἄμμι μάχεσθαι.
  • ἂψ πάλιν εἶσʼ ἐπὶ νῆας, ἐπεί κʼ ἐριαύχενας ἵππους