Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἠέλιος μὲν ἔδυ, παύσαντο δὲ δῖοι Ἀχαιοὶ
  2. φυλόπιδος κρατερῆς καὶ ὁμοιΐου πολέμοιο.
  3. Τρῶες δʼ αὖθʼ ἑτέρωθεν ἀπὸ κρατερῆς ὑσμίνης
  4. χωρήσαντες ἔλυσαν ὑφʼ ἅρμασιν ὠκέας ἵππους,
  5. ἐς δʼ ἀγορὴν ἀγέροντο πάρος δόρποιο μέδεσθαι.
  6. ὀρθῶν δʼ ἑσταότων ἀγορὴ γένετʼ, οὐδέ τις ἔτλη
  7. ἕζεσθαι· πάντας γὰρ ἔχε τρόμος, οὕνεκʼ Ἀχιλλεὺς
  8. ἐξεφάνη, δηρὸν δὲ μάχης ἐπέπαυτʼ ἀλεγεινῆς.
  9. τοῖσι δὲ Πουλυδάμας πεπνυμένος ἦρχʼ ἀγορεύειν
  10. Πανθοΐδης· ὃ γὰρ οἶος ὅρα πρόσσω καὶ ὀπίσσω·
  11. Ἕκτορι δʼ ἦεν ἑταῖρος, ἰῇ δʼ ἐν νυκτὶ γένοντο,
  12. ἀλλʼ ὃ μὲν ἂρ μύθοισιν, ὃ δʼ ἔγχεϊ πολλὸν ἐνίκα·
  13. ὅ σφιν ἐϋφρονέων ἀγορήσατο καὶ μετέειπεν·
  14. ἀμφὶ μάλα φράζεσθε φίλοι· κέλομαι γὰρ ἔγωγε
  15. ἄστυδε νῦν ἰέναι, μὴ μίμνειν ἠῶ δῖαν
  16. ἐν πεδίῳ παρὰ νηυσίν· ἑκὰς δʼ ἀπὸ τείχεός εἰμεν.
  17. ὄφρα μὲν οὗτος ἀνὴρ Ἀγαμέμνονι μήνιε δίῳ
  18. τόφρα δὲ ῥηΐτεροι πολεμίζειν ἦσαν Ἀχαιοί·
  19. χαίρεσκον γὰρ ἔγωγε θοῇς ἐπὶ νηυσὶν ἰαύων
  20. ἐλπόμενος νῆας αἱρησέμεν ἀμφιελίσσας.