Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς τότʼ ἀριζήλη φωνὴ γένετʼ Αἰακίδαο.
  2. οἳ δʼ ὡς οὖν ἄϊον ὄπα χάλκεον Αἰακίδαο,
  3. πᾶσιν ὀρίνθη θυμός· ἀτὰρ καλλίτριχες ἵπποι
  4. ἂψ ὄχεα τρόπεον· ὄσσοντο γὰρ ἄλγεα θυμῷ.
  5. ἡνίοχοι δʼ ἔκπληγεν, ἐπεὶ ἴδον ἀκάματον πῦρ
  6. δεινὸν ὑπὲρ κεφαλῆς μεγαθύμου Πηλεΐωνος
  7. δαιόμενον· τὸ δὲ δαῖε θεὰ γλαυκῶπις Ἀθήνη.
  8. τρὶς μὲν ὑπὲρ τάφρου μεγάλʼ ἴαχε δῖος Ἀχιλλεύς,
  9. τρὶς δὲ κυκήθησαν Τρῶες κλειτοί τʼ ἐπίκουροι.
  10. ἔνθα δὲ καὶ τότʼ ὄλοντο δυώδεκα φῶτες ἄριστοι
  11. ἀμφὶ σφοῖς ὀχέεσσι καὶ ἔγχεσιν. αὐτὰρ Ἀχαιοὶ
  12. ἀσπασίως Πάτροκλον ὑπʼ ἐκ βελέων ἐρύσαντες
  13. κάτθεσαν ἐν λεχέεσσι· φίλοι δʼ ἀμφέσταν ἑταῖροι
  14. μυρόμενοι· μετὰ δέ σφι ποδώκης εἵπετʼ Ἀχιλλεὺς
  15. δάκρυα θερμὰ χέων, ἐπεὶ εἴσιδε πιστὸν ἑταῖρον
  16. κείμενον ἐν φέρτρῳ δεδαϊγμένον ὀξέϊ χαλκῷ,
  17. τόν ῥʼ ἤτοι μὲν ἔπεμπε σὺν ἵπποισιν καὶ ὄχεσφιν
  18. ἐς πόλεμον, οὐδʼ αὖτις ἐδέξατο νοστήσαντα.
  19. Ἠέλιον δʼ ἀκάμαντα βοῶπις πότνια Ἥρη
  20. πέμψεν ἐπʼ Ὠκεανοῖο ῥοὰς ἀέκοντα νέεσθαι·