Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὀψόμεναί τε γέρονθʼ ἅλιον καὶ δώματα πατρός,
  2. καί οἱ πάντʼ ἀγορεύσατʼ· ἐγὼ δʼ ἐς μακρὸν Ὄλυμπον
  3. εἶμι παρʼ Ἥφαιστον κλυτοτέχνην, αἴ κʼ ἐθέλῃσιν
  4. υἱεῖ ἐμῷ δόμεναι κλυτὰ τεύχεα παμφανόωντα.
  5. ὣς ἔφαθʼ, αἳ δʼ ὑπὸ κῦμα θαλάσσης αὐτίκʼ ἔδυσαν·
  6. ἣ δʼ αὖτʼ Οὔλυμπον δὲ θεὰ Θέτις ἀργυρόπεζα
  7. ἤϊεν ὄφρα φίλῳ παιδὶ κλυτὰ τεύχεʼ ἐνείκαι.
  8. τὴν μὲν ἄρʼ Οὔλυμπον δὲ πόδες φέρον· αὐτὰρ Ἀχαιοὶ
  9. θεσπεσίῳ ἀλαλητῷ ὑφʼ Ἕκτορος ἀνδροφόνοιο
  10. φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκοντο.
  11. οὐδέ κε Πάτροκλόν περ ἐϋκνήμιδες Ἀχαιοὶ
  12. ἐκ βελέων ἐρύσαντο νέκυν θεράποντʼ Ἀχιλῆος·
  13. αὖτις γὰρ δὴ τόν γε κίχον λαός τε καὶ ἵπποι
  14. Ἕκτωρ τε Πριάμοιο πάϊς φλογὶ εἴκελος ἀλκήν.
  15. τρὶς μέν μιν μετόπισθε ποδῶν λάβε φαίδιμος Ἕκτωρ
  16. ἑλκέμεναι μεμαώς, μέγα δὲ Τρώεσσιν ὁμόκλα·
  17. τρὶς δὲ δύʼ Αἴαντες θοῦριν ἐπιειμένοι ἀλκὴν
  18. νεκροῦ ἀπεστυφέλιξαν· ὃ δʼ ἔμπεδον ἀλκὶ πεποιθὼς
  19. ἄλλοτʼ ἐπαΐξασκε κατὰ μόθον, ἄλλοτε δʼ αὖτε
  20. στάσκε μέγα ἰάχων· ὀπίσω δʼ οὐ χάζετο πάμπαν.