Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὡς δʼ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς
  2. βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ ἥ τις ἀρίστη·
  3. τῆς δʼ ἐξ αὐχένʼ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
  4. πρῶτον, ἔπειτα δέ θʼ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει
  5. δῃῶν· ἀμφὶ δὲ τόν γε κύνες τʼ ἄνδρές τε νομῆες
  6. πολλὰ μάλʼ ἰύζουσιν ἀπόπροθεν οὐδʼ ἐθέλουσιν
  7. ἀντίον ἐλθέμεναι· μάλα γὰρ χλωρὸν δέος αἱρεῖ·
  8. ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα
  9. ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.
  10. ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο
  11. Ἀτρεΐδης, εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,
  12. ὅς ῥά οἱ Ἕκτορʼ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ
  13. ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ·
  14. καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα·
  15. Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων
  16. ἵππους Αἰακίδαο δαΐφρονος· οἳ δʼ ἀλεγεινοὶ
  17. ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδʼ ὀχέεσθαι
  18. ἄλλῳ γʼ ἢ Ἀχιλῆϊ, τὸν ἀθανάτη τέκε μήτηρ.
  19. τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς
  20. Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε