Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Λήϊτον αὖθʼ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρʼ ἐπὶ καρπῷ
  2. υἱὸν Ἀλεκτρυόνος μεγαθύμου, παῦσε δὲ χάρμης·
  3. τρέσσε δὲ παπτήνας, ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ
  4. ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.
  5. Ἕκτορα δʼ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα
  6. βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν·
  7. ἐν καυλῷ δʼ ἐάγη δολιχὸν δόρυ, τοὶ δὲ βόησαν
  8. Τρῶες· ὃ δʼ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο
  9. δίφρῳ ἐφεσταότος· τοῦ μέν ῥʼ ἀπὸ τυτθὸν ἅμαρτεν·
  10. αὐτὰρ ὃ Μηριόναο ὀπάονά θʼ ἡνίοχόν τε
  11. Κοίρανον, ὅς ῥʼ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετʼ αὐτῷ·
  12. πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας
  13. ἤλυθε, καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,
  14. εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους·
  15. καὶ τῷ μὲν φάος ἦλθεν, ἄμυνε δὲ νηλεὲς ἦμαρ,
  16. αὐτὸς δʼ ὤλεσε θυμὸν ὑφʼ Ἕκτορος ἀνδροφόνοιο·
  17. τὸν βάλʼ ὑπὸ γναθμοῖο καὶ οὔατος, ἐκ δʼ ἄρʼ ὀδόντας
  18. ὦσε δόρυ πρυμνόν, διὰ δὲ γλῶσσαν τάμε μέσσην.
  19. ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ἡνία χεῦεν ἔραζε.
  20. καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι