Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. θῆκʼ, ἂν δʼ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν
  2. αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.
  3. ἂψ δʼ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη
  4. ἀργαλέη πολύδακρυς, ἔγειρε δὲ νεῖκος Ἀθήνη
  5. οὐρανόθεν καταβᾶσα· προῆκε γὰρ εὐρύοπα Ζεὺς
  6. ὀρνύμεναι Δαναούς· δὴ γὰρ νόος ἐτράπετʼ αὐτοῦ.
  7. ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ
  8. Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι ἢ πολέμοιο
  9. ἢ καὶ χειμῶνος δυσθαλπέος, ὅς ῥά τε ἔργων
  10. ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί, μῆλα δὲ κήδει,
  11. ὣς ἣ πορφυρέῃ νεφέλῃ πυκάσασα ἓ αὐτὴν
  12. δύσετʼ Ἀχαιῶν ἔθνος, ἔγειρε δὲ φῶτα ἕκαστον.
  13. πρῶτον δʼ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα
  14. ἴφθιμον Μενέλαον· ὃ γάρ ῥά οἱ ἐγγύθεν ἦεν·
  15. εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν·
  16. σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος
  17. ἔσσεται εἴ κʼ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον
  18. τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.
  19. ἀλλʼ ἔχεο κρατερῶς, ὄτρυνε δὲ λαὸν ἅπαντα.
  20. τὴν δʼ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος·