Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. κόψας ἐξόπιθεν κεράων βοὸς ἀγραύλοιο
  2. ἶνα τάμῃ διὰ πᾶσαν, ὃ δὲ προθορὼν ἐρίπῃσιν,
  3. ὣς ἄρʼ ὅ γε προθορὼν πέσεν ὕπτιος· ἐν δέ οἱ ἔγχος
  4. νηδυίοισι μάλʼ ὀξὺ κραδαινόμενον λύε γυῖα.
  5. Ἕκτωρ δʼ Αὐτομέδοντος ἀκόντισε δουρὶ φαεινῷ·
  6. ἀλλʼ ὃ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος·
  7. πρόσσω γὰρ κατέκυψε, τὸ δʼ ἐξόπιθεν δόρυ μακρὸν
  8. οὔδει ἐνισκίμφθη, ἐπὶ δʼ οὐρίαχος πελεμίχθη
  9. ἔγχεος· ἔνθα δʼ ἔπειτʼ ἀφίει μένος ὄβριμος Ἄρης.
  10. καί νύ κε δὴ ξιφέεσσʼ αὐτοσχεδὸν ὁρμηθήτην
  11. εἰ μή σφωʼ Αἴαντε διέκριναν μεμαῶτε,
  12. οἵ ῥʼ ἦλθον καθʼ ὅμιλον ἑταίρου κικλήσκοντος·
  13. τοὺς ὑποταρβήσαντες ἐχώρησαν πάλιν αὖτις
  14. Ἕκτωρ Αἰνείας τʼ ἠδὲ Χρομίος θεοειδής,
  15. Ἄρητον δὲ κατʼ αὖθι λίπον δεδαϊγμένον ἦτορ
  16. κείμενον· Αὐτομέδων δὲ θοῷ ἀτάλαντος Ἄρηϊ
  17. τεύχεά τʼ ἐξενάριξε καὶ εὐχόμενος ἔπος ηὔδα·
  18. ἦ δὴ μὰν ὀλίγον γε Μενοιτιάδαο θανόντος
  19. κῆρ ἄχεος μεθέηκα χερείονά περ καταπέφνων.
  20. ὣς εἰπὼν ἐς δίφρον ἑλὼν ἔναρα βροτόεντα