Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τὼ δʼ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων
  2. νόσφιν ἐμαρνάσθην, ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ
  3. ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.
  4. τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει
  5. ἀργαλέης· καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ
  6. γούνατά τε κνῆμαί τε πόδες θʼ ὑπένερθεν ἑκάστου
  7. χεῖρές τʼ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν
  8. ἀμφʼ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.
  9. ὡς δʼ ὅτʼ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην
  10. λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ·
  11. δεξάμενοι δʼ ἄρα τοί γε διαστάντες τανύουσι
  12. κυκλόσʼ, ἄφαρ δέ τε ἰκμὰς ἔβη, δύνει δέ τʼ ἀλοιφὴ
  13. πολλῶν ἑλκόντων, τάνυται δέ τε πᾶσα διὰ πρό·
  14. ὣς οἵ γʼ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ
  15. εἵλκεον ἀμφότεροι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
  16. Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον, αὐτὰρ Ἀχαιοῖς
  17. νῆας ἔπι γλαφυράς· περὶ δʼ αὐτοῦ μῶλος ὀρώρει
  18. ἄγριος· οὐδέ κʼ Ἄρης λαοσσόος οὐδέ κʼ Ἀθήνη
  19. τόν γε ἰδοῦσʼ ὀνόσαιτʼ, οὐδʼ εἰ μάλα μιν χόλος ἵκοι·
  20. τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων