Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δεύετο πορφυρέῳ, τοὶ δʼ ἀγχιστῖνοι ἔπιπτον
  2. νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων
  3. καὶ Δαναῶν· οὐδʼ οἳ γὰρ ἀναιμωτί γε μάχοντο,
  4. παυρότεροι δὲ πολὺ φθίνυθον· μέμνηντο γὰρ αἰεὶ
  5. ἀλλήλοις ἀνʼ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.
  6. ὣς οἳ μὲν μάρναντο δέμας πυρός, οὐδέ κε φαίης
  7. οὔτέ ποτʼ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην·
  8. ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θʼ ὅσσον ἄριστοι
  9. ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.
  10. οἳ δʼ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
  11. εὔκηλοι πολέμιζον ὑπʼ αἰθέρι, πέπτατο δʼ αὐγὴ
  12. ἠελίου ὀξεῖα, νέφος δʼ οὐ φαίνετο πάσης
  13. γαίης οὐδʼ ὀρέων· μεταπαυόμενοι δὲ μάχοντο
  14. ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα
  15. πολλὸν ἀφεσταότες. τοὶ δʼ ἐν μέσῳ ἄλγεʼ ἔπασχον
  16. ἠέρι καὶ πολέμῳ, τείροντο δὲ νηλέϊ χαλκῷ
  17. ὅσσοι ἄριστοι ἔσαν· δύο δʼ οὔ πω φῶτε πεπύσθην
  18. ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε
  19. Πατρόκλοιο θανόντος ἀμύμονος, ἀλλʼ ἔτʼ ἔφαντο
  20. ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.