Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν
  2. κάρτεϊ καὶ σθένεϊ σφετέρῳ· ἀλλʼ αὐτὸς Ἀπόλλων
  3. Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς
  4. κήρυκι Ἠπυτίδῃ, ὅς οἱ παρὰ πατρὶ γέροντι
  5. κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς·
  6. τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων·
  7. Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε
  8. Ἴλιον αἰπεινήν; ὡς δὴ ἴδον ἀνέρας ἄλλους
  9. κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε
  10. πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας·
  11. ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται ἢ Δαναοῖσι
  12. νίκην· ἀλλʼ αὐτοὶ τρεῖτʼ ἄσπετον οὐδὲ μάχεσθε.
  13. ὣς ἔφατʼ, Αἰνείας δʼ ἑκατηβόλον Ἀπόλλωνα
  14. ἔγνω ἐς ἄντα ἰδών, μέγα δʼ Ἕκτορα εἶπε βοήσας·
  15. Ἕκτόρ τʼ ἠδʼ ἄλλοι Τρώων ἀγοὶ ἠδʼ ἐπικούρων
  16. αἰδὼς μὲν νῦν ἥδε γʼ ἀρηϊφίλων ὑπʼ Ἀχαιῶν
  17. Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.
  18. ἀλλʼ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς
  19. Ζῆνʼ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι·
  20. τώ ῥʼ ἰθὺς Δαναῶν ἴομεν, μηδʼ οἵ γε ἕκηλοι