Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;
  2. Τρῶες δὲ προὔτυψαν ἀολλέες· ἦρχε δʼ ἄρʼ Ἕκτωρ.
  3. ὡς δʼ ὅτʼ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο
  4. βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον, ἀμφὶ δέ τʼ ἄκραι
  5. ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,
  6. τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν. αὐτὰρ Ἀχαιοὶ
  7. ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες
  8. φραχθέντες σάκεσιν χαλκήρεσιν· ἀμφὶ δʼ ἄρά σφι
  9. λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν
  10. χεῦʼ, ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,
  11. ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο·
  12. μίσησεν δʼ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι
  13. Τρῳῇσιν· τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.
  14. ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·
  15. νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν, οὐδέ τινʼ αὐτῶν
  16. Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,
  17. ἀλλὰ νέκυν ἐρύοντο· μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ
  18. μέλλον ἀπέσσεσθαι· μάλα γάρ σφεας ὦκʼ ἐλέλιξεν
  19. Αἴας, ὃς περὶ μὲν εἶδος, περὶ δʼ ἔργα τέτυκτο
  20. τῶν ἄλλων Δαναῶν μετʼ ἀμύμονα Πηλεΐωνα.