Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὅς κε τάχα Τρώων κορέει κύνας ἠδʼ οἰωνούς,
  2. ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,
  3. καὶ σῇ, ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει
  4. Ἕκτωρ, ἡμῖν δʼ αὖτʼ ἀναφαίνεται αἰπὺς ὄλεθρος.
  5. ἀλλʼ ἄγʼ ἀριστῆας Δαναῶν κάλει, ἤν τις ἀκούσῃ.
  6. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
  7. ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς·
  8. ὦ φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
  9. οἵ τε παρʼ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
  10. δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος
  11. λαοῖς· ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.
  12. ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον
  13. ἡγεμόνων· τόσση γὰρ ἔρις πολέμοιο δέδηεν·
  14. ἀλλά τις αὐτὸς ἴτω, νεμεσιζέσθω δʼ ἐνὶ θυμῷ
  15. Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.
  16. ὣς ἔφατʼ, ὀξὺ δʼ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας·
  17. πρῶτος δʼ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,
  18. τὸν δὲ μετʼ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
  19. Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.
  20. τῶν δʼ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματʼ εἴποι,