Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων
  2. ἐνθάδʼ ἀφʼ ὑμετέρων πολίων ἤγειρα ἕκαστον,
  3. ἀλλʼ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα
  4. προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπʼ Ἀχαιῶν.
  5. τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ
  6. λαούς, ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.
  7. τώ τις νῦν ἰθὺς τετραμμένος ἢ ἀπολέσθω
  8. ἠὲ σαωθήτω· ἣ γὰρ πολέμου ὀαριστύς.
  9. ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης
  10. Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ, εἴξῃ δέ οἱ Αἴας,
  11. ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι, ἥμισυ δʼ αὐτὸς
  12. ἕξω ἐγώ· τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.
  13. ὣς ἔφαθʼ, οἳ δʼ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν
  14. δούρατʼ ἀνασχόμενοι· μάλα δέ σφισιν ἔλπετο θυμὸς
  15. νεκρὸν ὑπʼ Αἴαντος ἐρύειν Τελαμωνιάδαο
  16. νήπιοι· ἦ τε πολέσσιν ἐπʼ αὐτῷ θυμὸν ἀπηύρα.
  17. καὶ τότʼ ἄρʼ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον·
  18. ὦ πέπον ὦ Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ
  19. ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.
  20. οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,