Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. οὔτε συὸς κάπρου ὀλοόφρονος, οὗ τε μέγιστος
  2. θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,
  3. ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.
  4. οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο
  5. ἧς ἥβης ἀπόνηθʼ, ὅτε μʼ ὤνατο καί μʼ ὑπέμεινε
  6. καί μʼ ἔφατʼ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν
  7. ἔμμεναι· οὐδέ ἕ φημι πόδεσσί γε οἷσι κιόντα
  8. εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.
  9. ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα
  10. στήῃς· ἀλλά σʼ ἔγωγʼ ἀναχωρήσαντα κελεύω
  11. ἐς πληθὺν ἰέναι, μηδʼ ἀντίος ἵστασʼ ἐμεῖο
  12. πρίν τι κακὸν παθέειν· ῥεχθὲν δέ τε νήπιος ἔγνω.
  13. ὣς φάτο, τὸν δʼ οὐ πεῖθεν· ἀμειβόμενος δὲ προσηύδα·
  14. νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς ἦ μάλα τείσεις
  15. γνωτὸν ἐμὸν τὸν ἔπεφνες, ἐπευχόμενος δʼ ἀγορεύεις,
  16. χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,
  17. ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.
  18. ἦ κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην
  19. εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχεʼ ἐνείκας
  20. Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.