Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔλθοι τεθνηὼς καί μιν ἐρυσαίμεθα χάρμης,
  2. αἶψά κεν Ἀργεῖοι Σαρπηδόνος ἔντεα καλὰ
  3. λύσειαν, καί κʼ αὐτὸν ἀγοίμεθα Ἴλιον εἴσω·
  4. τοίου γὰρ θεράπων πέφατʼ ἀνέρος, ὃς μέγʼ ἄριστος
  5. Ἀργείων παρὰ νηυσὶ καὶ ἀγχέμαχοι θεράποντες.
  6. ἀλλὰ σύ γʼ Αἴαντος μεγαλήτορος οὐκ ἐτάλασσας
  7. στήμεναι ἄντα κατʼ ὄσσε ἰδὼν δηΐων ἐν ἀϋτῇ,
  8. οὐδʼ ἰθὺς μαχέσασθαι, ἐπεὶ σέο φέρτερός ἐστι.
  9. τὸν δʼ ἄρʼ ὑπόδρα ἰδὼν προσέφη κορυθαίολος Ἕκτωρ·
  10. Γλαῦκε τί ἢ δὲ σὺ τοῖος ἐὼν ὑπέροπλον ἔειπες;
  11. ὢ πόποι ἦ τʼ ἐφάμην σὲ περὶ φρένας ἔμμεναι ἄλλων
  12. τῶν ὅσσοι Λυκίην ἐριβώλακα ναιετάουσι·
  13. νῦν δέ σευ ὠνοσάμην πάγχυ φρένας οἷον ἔειπες,
  14. ὅς τέ με φῂς Αἴαντα πελώριον οὐχ ὑπομεῖναι.
  15. οὔ τοι ἐγὼν ἔρριγα μάχην οὐδὲ κτύπον ἵππων·
  16. ἀλλʼ αἰεί τε Διὸς κρείσσων νόος αἰγιόχοιο,
  17. ὅς τε καὶ ἄλκιμον ἄνδρα φοβεῖ καὶ ἀφείλετο νίκην
  18. ῥηϊδίως, ὁτὲ δʼ αὐτὸς ἐποτρύνει μαχέσασθαι.
  19. ἀλλʼ ἄγε δεῦρο πέπον, παρʼ ἔμʼ ἵστασο καὶ ἴδε ἔργον,
  20. ἠὲ πανημέριος κακὸς ἔσσομαι, ὡς ἀγορεύεις,