Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἕκτορʼ ὑπόδρα ἰδὼν χαλεπῷ ἠνίπαπε μύθῳ·
  2. Ἕκτορ εἶδος ἄριστε μάχης ἄρα πολλὸν ἐδεύεο.
  3. ἦ σʼ αὔτως κλέος ἐσθλὸν ἔχει φύξηλιν ἐόντα.
  4. φράζεο νῦν ὅππως κε πόλιν καὶ ἄστυ σαώσῃς
  5. οἶος σὺν λαοῖς τοὶ Ἰλίῳ ἐγγεγάασιν·
  6. οὐ γάρ τις Λυκίων γε μαχησόμενος Δαναοῖσιν
  7. εἶσι περὶ πτόλιος, ἐπεὶ οὐκ ἄρα τις χάρις ἦεν
  8. μάρνασθαι δηΐοισιν ἐπʼ ἀνδράσι νωλεμὲς αἰεί.
  9. πῶς κε σὺ χείρονα φῶτα σαώσειας μεθʼ ὅμιλον
  10. σχέτλιʼ, ἐπεὶ Σαρπηδόνʼ ἅμα ξεῖνον καὶ ἑταῖρον
  11. κάλλιπες Ἀργείοισιν ἕλωρ καὶ κύρμα γενέσθαι,
  12. ὅς τοι πόλλʼ ὄφελος γένετο πτόλεΐ τε καὶ αὐτῷ
  13. ζωὸς ἐών· νῦν δʼ οὔ οἱ ἀλαλκέμεναι κύνας ἔτλης.
  14. τὼ νῦν εἴ τις ἐμοὶ Λυκίων ἐπιπείσεται ἀνδρῶν
  15. οἴκαδʼ ἴμεν, Τροίῃ δὲ πεφήσεται αἰπὺς ὄλεθρος.
  16. εἰ γὰρ νῦν Τρώεσσι μένος πολυθαρσὲς ἐνείη
  17. ἄτρομον, οἷόν τʼ ἄνδρας ἐσέρχεται οἳ περὶ πάτρης
  18. ἀνδράσι δυσμενέεσσι πόνον καὶ δῆριν ἔθεντο,
  19. αἶψά κε Πάτροκλον ἐρυσαίμεθα Ἴλιον εἴσω.
  20. εἰ δʼ οὗτος προτὶ ἄστυ μέγα Πριάμοιο ἄνακτος