Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  • ἔμπεσʼ ἐπικρατέως, μὴ δὴ πυρὸς αἰθομένοιο
  • νῆας ἐνιπρήσωσι, φίλον δʼ ἀπὸ νόστον ἕλωνται.
  • πείθεο δʼ ὥς τοι ἐγὼ μύθου τέλος ἐν φρεσὶ θείω,
  • ὡς ἄν μοι τιμὴν μεγάλην καὶ κῦδος ἄρηαι
  • πρὸς πάντων Δαναῶν, ἀτὰρ οἳ περικαλλέα κούρην
  • ἂψ ἀπονάσσωσιν, ποτὶ δʼ ἀγλαὰ δῶρα πόρωσιν.
  • ἐκ νηῶν ἐλάσας ἰέναι πάλιν· εἰ δέ κεν αὖ τοι
  • δώῃ κῦδος ἀρέσθαι ἐρίγδουπος πόσις Ἥρης,
  • μὴ σύ γʼ ἄνευθεν ἐμεῖο λιλαίεσθαι πολεμίζειν
  • Τρωσὶ φιλοπτολέμοισιν· ἀτιμότερον δέ με θήσεις·
  • μὴ δʼ ἐπαγαλλόμενος πολέμῳ καὶ δηϊοτῆτι
  • Τρῶας ἐναιρόμενος προτὶ Ἴλιον ἡγεμονεύειν,
  • μή τις ἀπʼ Οὐλύμποιο θεῶν αἰειγενετάων
  • ἐμβήῃ· μάλα τούς γε φιλεῖ ἑκάεργος Ἀπόλλων·
  • ἀλλὰ πάλιν τρωπᾶσθαι, ἐπὴν φάος ἐν νήεσσι
  • θήῃς, τοὺς δʼ ἔτʼ ἐᾶν πεδίον κάτα δηριάασθαι.
  • αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
  • μήτέ τις οὖν Τρώων θάνατον φύγοι ὅσσοι ἔασι,
  • μήτέ τις Ἀργείων, νῶϊν δʼ ἐκδῦμεν ὄλεθρον,
  • ὄφρʼ οἶοι Τροίης ἱερὰ κρήδεμνα λύωμεν.