Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὀστέον, ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν
  2. αὐτοῦ πρόσθε ποδῶν· ὃ δʼ ἄρʼ ἀρνευτῆρι ἐοικὼς
  3. κάππεσʼ ἀπʼ εὐεργέος δίφρου, λίπε δʼ ὀστέα θυμός.
  4. τὸν δʼ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ·
  5. ὢ πόποι ἦ μάλʼ ἐλαφρὸς ἀνήρ, ὡς ῥεῖα κυβιστᾷ.
  6. εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,
  7. πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν
  8. νηὸς ἀποθρῴσκων, εἰ καὶ δυσπέμφελος εἴη,
  9. ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.
  10. ἦ ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.
  11. ὣς εἰπὼν ἐπὶ Κεβριόνῃ ἥρωϊ βεβήκει
  12. οἶμα λέοντος ἔχων, ὅς τε σταθμοὺς κεραΐζων
  13. ἔβλητο πρὸς στῆθος, ἑή τέ μιν ὤλεσεν ἀλκή·
  14. ὣς ἐπὶ Κεβριόνῃ Πατρόκλεες ἆλσο μεμαώς.
  15. Ἕκτωρ δʼ αὖθʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε.
  16. τὼ περὶ Κεβριόναο λέονθʼ ὣς δηρινθήτην,
  17. ὥ τʼ ὄρεος κορυφῇσι περὶ κταμένης ἐλάφοιο
  18. ἄμφω πεινάοντε μέγα φρονέοντε μάχεσθον·
  19. ὣς περὶ Κεβριόναο δύω μήστωρες ἀϋτῆς
  20. Πάτροκλός τε Μενοιτιάδης καὶ φαίδιμος Ἕκτωρ