Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Ἕκτορ τίπτε μάχης ἀποπαύεαι; οὐδέ τί σε χρή.
  2. αἴθʼ ὅσον ἥσσων εἰμί, τόσον σέο φέρτερος εἴην·
  3. τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.
  4. ἀλλʼ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,
  5. αἴ κέν πώς μιν ἕλῃς, δώῃ δέ τοι εὖχος Ἀπόλλων.
  6. ὣς εἰπὼν ὃ μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,
  7. Κεβριόνῃ δʼ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ
  8. ἵππους ἐς πόλεμον πεπληγέμεν. αὐτὰρ Ἀπόλλων
  9. δύσεθʼ ὅμιλον ἰών, ἐν δὲ κλόνον Ἀργείοισιν
  10. ἧκε κακόν, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
  11. Ἕκτωρ δʼ ἄλλους μὲν Δαναοὺς ἔα οὐδʼ ἐνάριζεν·
  12. αὐτὰρ ὃ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.
  13. Πάτροκλος δʼ ἑτέρωθεν ἀφʼ ἵππων ἆλτο χαμᾶζε
  14. σκαιῇ ἔγχος ἔχων· ἑτέρηφι δὲ λάζετο πέτρον
  15. μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,
  16. ἧκε δʼ ἐρεισάμενος, οὐδὲ δὴν χάζετο φωτός,
  17. οὐδʼ ἁλίωσε βέλος, βάλε δʼ Ἕκτορος ἡνιοχῆα
  18. Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο
  19. ἵππων ἡνίʼ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.
  20. ἀμφοτέρας δʼ ὀφρῦς σύνελεν λίθος, οὐδέ οἱ ἔσχεν