Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αὐτοῦ ἀμυνομένων δαμασαίμεθα νηλέϊ χαλκῷ.
  2. ὣς ἔφαθʼ, οἳ δὲ καὶ αὐτοὶ ἀλέξασθαι μενέαινον.
  3. οἳ δʼ ἐπεὶ ἀμφοτέρωθεν ἐκαρτύναντο φάλαγγας
  4. Τρῶες καὶ Λύκιοι καὶ Μυρμιδόνες καὶ Ἀχαιοί,
  5. σύμβαλον ἀμφὶ νέκυι κατατεθνηῶτι μάχεσθαι
  6. δεινὸν ἀΰσαντες· μέγα δʼ ἔβραχε τεύχεα φωτῶν.
  7. Ζεὺς δʼ ἐπὶ νύκτʼ ὀλοὴν τάνυσε κρατερῇ ὑσμίνῃ,
  8. ὄφρα φίλῳ περὶ παιδὶ μάχης ὀλοὸς πόνος εἴη.
  9. ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς·
  10. βλῆτο γὰρ οὔ τι κάκιστος ἀνὴρ μετὰ Μυρμιδόνεσσιν
  11. υἱὸς Ἀγακλῆος μεγαθύμου δῖος Ἐπειγεύς,
  12. ὅς ῥʼ ἐν Βουδείῳ εὖ ναιομένῳ ἤνασσε
  13. τὸ πρίν· ἀτὰρ τότε γʼ ἐσθλὸν ἀνεψιὸν ἐξεναρίξας
  14. ἐς Πηλῆʼ ἱκέτευσε καὶ ἐς Θέτιν ἀργυρόπεζαν·
  15. οἳ δʼ ἅμʼ Ἀχιλλῆϊ ῥηξήνορι πέμπον ἕπεσθαι
  16. Ἴλιον εἰς εὔπωλον, ἵνα Τρώεσσι μάχοιτο.
  17. τόν ῥα τόθʼ ἁπτόμενον νέκυος βάλε φαίδιμος Ἕκτωρ
  18. χερμαδίῳ κεφαλήν· ἣ δʼ ἄνδιχα πᾶσα κεάσθη
  19. ἐν κόρυθι βριαρῇ· ὃ δʼ ἄρα πρηνὴς ἐπὶ νεκρῷ
  20. κάππεσεν, ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.