Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. κεῖται Σαρπηδὼν Λυκίων ἀγὸς ἀσπιστάων,
  2. ὃς Λυκίην εἴρυτο δίκῃσί τε καὶ σθένεϊ ᾧ·
  3. τὸν δʼ ὑπὸ Πατρόκλῳ δάμασʼ ἔγχεϊ χάλκεος Ἄρης.
  4. ἀλλὰ φίλοι πάρστητε, νεμεσσήθητε δὲ θυμῷ,
  5. μὴ ἀπὸ τεύχεʼ ἕλωνται, ἀεικίσσωσι δὲ νεκρὸν
  6. Μυρμιδόνες, Δαναῶν κεχολωμένοι ὅσσοι ὄλοντο,
  7. τοὺς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνομεν ἐγχείῃσιν.
  8. ὣς ἔφατο, Τρῶας δὲ κατὰ κρῆθεν λάβε πένθος
  9. ἄσχετον, οὐκ ἐπιεικτόν, ἐπεί σφισιν ἕρμα πόληος
  10. ἔσκε καὶ ἀλλοδαπός περ ἐών· πολέες γὰρ ἅμʼ αὐτῷ
  11. λαοὶ ἕποντʼ, ἐν δʼ αὐτὸς ἀριστεύεσκε μάχεσθαι·
  12. βὰν δʼ ἰθὺς Δαναῶν λελιημένοι· ἦρχε δʼ ἄρά σφιν
  13. Ἕκτωρ χωόμενος Σαρπηδόνος. αὐτὰρ Ἀχαιοὺς
  14. ὦρσε Μενοιτιάδεω Πατροκλῆος λάσιον κῆρ·
  15. Αἴαντε πρώτω προσέφη μεμαῶτε καὶ αὐτώ·
  16. Αἴαντε νῦν σφῶϊν ἀμύνεσθαι φίλον ἔστω,
  17. οἷοί περ πάρος ἦτε μετʼ ἀνδράσιν ἢ καὶ ἀρείους.
  18. κεῖται ἀνὴρ ὃς πρῶτος ἐσήλατο τεῖχος Ἀχαιῶν
  19. Σαρπηδών· ἀλλʼ εἴ μιν ἀεικισσαίμεθʼ ἑλόντες,
  20. τεύχεά τʼ ὤμοιιν ἀφελοίμεθα, καί τινʼ ἑταίρων