Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ ἔβαλʼ ἔνθʼ ἄρα τε φρένες ἔρχαται ἀμφʼ ἁδινὸν κῆρ.
  2. ἤριπε δʼ ὡς ὅτε τις δρῦς ἤριπεν ἢ ἀχερωῒς
  3. ἠὲ πίτυς βλωθρή, τήν τʼ οὔρεσι τέκτονες ἄνδρες
  4. ἐξέταμον πελέκεσσι νεήκεσι νήϊον εἶναι·
  5. ὣς ὃ πρόσθʼ ἵππων καὶ δίφρου κεῖτο τανυσθεὶς
  6. βεβρυχὼς κόνιος δεδραγμένος αἱματοέσσης.
  7. ἠΰτε ταῦρον ἔπεφνε λέων ἀγέληφι μετελθὼν
  8. αἴθωνα μεγάθυμον ἐν εἰλιπόδεσσι βόεσσι,
  9. ὤλετό τε στενάχων ὑπὸ γαμφηλῇσι λέοντος,
  10. ὣς ὑπὸ Πατρόκλῳ Λυκίων ἀγὸς ἀσπιστάων
  11. κτεινόμενος μενέαινε, φίλον δʼ ὀνόμηνεν ἑταῖρον·
  12. Γλαῦκε πέπον πολεμιστὰ μετʼ ἀνδράσι νῦν σε μάλα χρὴ
  13. αἰχμητήν τʼ ἔμεναι καὶ θαρσαλέον πολεμιστήν·
  14. νῦν τοι ἐελδέσθω πόλεμος κακός, εἰ θοός ἐσσι.
  15. πρῶτα μὲν ὄτρυνον Λυκίων ἡγήτορας ἄνδρας
  16. πάντῃ ἐποιχόμενος Σαρπηδόνος ἀμφιμάχεσθαι·
  17. αὐτὰρ ἔπειτα καὶ αὐτὸς ἐμεῦ πέρι μάρναο χαλκῷ.
  18. σοὶ γὰρ ἐγὼ καὶ ἔπειτα κατηφείη καὶ ὄνειδος
  19. ἔσσομαι ἤματα πάντα διαμπερές, εἴ κέ μʼ Ἀχαιοὶ
  20. τεύχεα συλήσωσι νεῶν ἐν ἀγῶνι πεσόντα.