Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. κέκλετʼ ἄρʼ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν·
  2. αἰδὼς ὦ Λύκιοι· πόσε φεύγετε; νῦν θοοὶ ἔστε.
  3. ἀντήσω γὰρ ἐγὼ τοῦδʼ ἀνέρος, ὄφρα δαείω
  4. ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
  5. Τρῶας, ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατʼ ἔλυσεν.
  6. ἦ ῥα, καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
  7. Πάτροκλος δʼ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.
  8. οἳ δʼ ὥς τʼ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι
  9. πέτρῃ ἐφʼ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται,
  10. ὣς οἳ κεκλήγοντες ἐπʼ ἀλλήλοισιν ὄρουσαν.
  11. τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,
  12. Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε·
  13. ὤ μοι ἐγών, ὅ τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν
  14. μοῖρʼ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.
  15. διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,
  16. ἤ μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης
  17. θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,
  18. ἦ ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.
  19. τὸν δʼ ἠμείβετʼ ἔπειτα βοῶπις πότνια Ἥρη·
  20. αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.