Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἴ κʼ ἐμὲ σοὶ ἴσκοντες ἀπόσχωνται πολέμοιο
  2. Τρῶες, ἀναπνεύσωσι δʼ Ἀρήϊοι υἷες Ἀχαιῶν
  3. τειρόμενοι· ὀλίγη δέ τʼ ἀνάπνευσις πολέμοιο.
  4. ῥεῖα δέ κʼ ἀκμῆτες κεκμηότας ἄνδρας ἀϋτῇ
  5. ὤσαιμεν προτὶ ἄστυ νεῶν ἄπο καὶ κλισιάων.
  6. ὣς φάτο λισσόμενος μέγα νήπιος· ἦ γὰρ ἔμελλεν
  7. οἷ αὐτῷ θάνατόν τε κακὸν καὶ κῆρα λιτέσθαι.
  8. τὸν δὲ μέγʼ ὀχθήσας προσέφη πόδας ὠκὺς Ἀχιλλεύς·
  9. ὤ μοι διογενὲς Πατρόκλεες οἷον ἔειπες·
  10. οὔτε θεοπροπίης ἐμπάζομαι ἥν τινα οἶδα,
  11. οὔτέ τί μοι πὰρ Ζηνὸς ἐπέφραδε πότνια μήτηρ·
  12. ἀλλὰ τόδʼ αἰνὸν ἄχος κραδίην καὶ θυμὸν ἱκάνει,
  13. ὁππότε δὴ τὸν ὁμοῖον ἀνὴρ ἐθέλῃσιν ἀμέρσαι
  14. καὶ γέρας ἂψ ἀφελέσθαι, ὅ τε κράτεϊ προβεβήκῃ·
  15. αἰνὸν ἄχος τό μοί ἐστιν, ἐπεὶ πάθον ἄλγεα θυμῷ.
  16. κούρην ἣν ἄρα μοι γέρας ἔξελον υἷες Ἀχαιῶν,
  17. δουρὶ δʼ ἐμῷ κτεάτισσα πόλιν εὐτείχεα πέρσας,
  18. τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων
  19. Ἀτρεΐδης ὡς εἴ τινʼ ἀτίμητον μετανάστην.
  20. ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν· οὐδʼ ἄρα πως ἦν