Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. δέρμα, παρηέρθη δὲ κάρη, ὑπέλυντο δὲ γυῖα.
  2. Μηριόνης δʼ Ἀκάμαντα κιχεὶς ποσὶ καρπαλίμοισι
  3. νύξʼ ἵππων ἐπιβησόμενον κατὰ δεξιὸν ὦμον·
  4. ἤριπε δʼ ἐξ ὀχέων, κατὰ δʼ ὀφθαλμῶν κέχυτʼ ἀχλύς.
  5. Ἰδομενεὺς δʼ Ἐρύμαντα κατὰ στόμα νηλέϊ χαλκῷ
  6. νύξε· τὸ δʼ ἀντικρὺ δόρυ χάλκεον ἐξεπέρησε
  7. νέρθεν ὑπʼ ἐγκεφάλοιο, κέασσε δʼ ἄρʼ ὀστέα λευκά·
  8. ἐκ δʼ ἐτίναχθεν ὀδόντες, ἐνέπλησθεν δέ οἱ ἄμφω
  9. αἵματος ὀφθαλμοί· τὸ δʼ ἀνὰ στόμα καὶ κατὰ ῥῖνας
  10. πρῆσε χανών· θανάτου δὲ μέλαν νέφος ἀμφεκάλυψεν.
  11. οὗτοι ἄρʼ ἡγεμόνες Δαναῶν ἕλον ἄνδρα ἕκαστος.
  12. ὡς δὲ λύκοι ἄρνεσσιν ἐπέχραον ἢ ἐρίφοισι
  13. σίνται ὑπʼ ἐκ μήλων αἱρεύμενοι, αἵ τʼ ἐν ὄρεσσι
  14. ποιμένος ἀφραδίῃσι διέτμαγεν· οἳ δὲ ἰδόντες
  15. αἶψα διαρπάζουσιν ἀνάλκιδα θυμὸν ἐχούσας·
  16. ὣς Δαναοὶ Τρώεσσιν ἐπέχραον· οἳ δὲ φόβοιο
  17. δυσκελάδου μνήσαντο, λάθοντο δὲ θούριδος ἀλκῆς.
  18. Αἴας δʼ ὃ μέγας αἰὲν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ
  19. ἵετʼ ἀκοντίσσαι· ὃ δὲ ἰδρείῃ πολέμοιο
  20. ἀσπίδι ταυρείῃ κεκαλυμμένος εὐρέας ὤμους