Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. βῆ ῥʼ ἴμεν ἐς κλισίην, χηλοῦ δʼ ἀπὸ πῶμʼ ἀνέῳγε
  2. καλῆς δαιδαλέης, τήν οἱ Θέτις ἀργυρόπεζα
  3. θῆκʼ ἐπὶ νηὸς ἄγεσθαι ἐῢ πλήσασα χιτώνων
  4. χλαινάων τʼ ἀνεμοσκεπέων οὔλων τε ταπήτων.
  5. ἔνθα δέ οἱ δέπας ἔσκε τετυγμένον, οὐδέ τις ἄλλος
  6. οὔτʼ ἀνδρῶν πίνεσκεν ἀπʼ αὐτοῦ αἴθοπα οἶνον,
  7. οὔτέ τεῳ σπένδεσκε θεῶν, ὅτε μὴ Διὶ πατρί.
  8. τό ῥα τότʼ ἐκ χηλοῖο λαβὼν ἐκάθηρε θεείῳ
  9. πρῶτον, ἔπειτα δʼ ἔνιψʼ ὕδατος καλῇσι ῥοῇσι,
  10. νίψατο δʼ αὐτὸς χεῖρας, ἀφύσσατο δʼ αἴθοπα οἶνον.
  11. εὔχετʼ ἔπειτα στὰς μέσῳ ἕρκεϊ, λεῖβε δὲ οἶνον
  12. οὐρανὸν εἰσανιδών· Δία δʼ οὐ λάθε τερπικέραυνον·
  13. Ζεῦ ἄνα Δωδωναῖε Πελασγικὲ τηλόθι ναίων
  14. Δωδώνης μεδέων δυσχειμέρου, ἀμφὶ δὲ Σελλοὶ
  15. σοὶ ναίουσʼ ὑποφῆται ἀνιπτόποδες χαμαιεῦναι,
  16. ἠμὲν δή ποτʼ ἐμὸν ἔπος ἔκλυες εὐξαμένοιο,
  17. τίμησας μὲν ἐμέ, μέγα δʼ ἴψαο λαὸν Ἀχαιῶν,
  18. ἠδʼ ἔτι καὶ νῦν μοι τόδʼ ἐπικρήηνον ἐέλδωρ·
  19. αὐτὸς μὲν γὰρ ἐγὼ μενέω νηῶν ἐν ἀγῶνι,
  20. ἀλλʼ ἕταρον πέμπω πολέσιν μετὰ Μυρμιδόνεσσι