Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον,
  2. Αἴας δʼ οὐκ ἔτʼ ἔμιμνε· βιάζετο γὰρ βελέεσσι·
  3. δάμνα μιν Ζηνός τε νόος καὶ Τρῶες ἀγαυοὶ
  4. βάλλοντες· δεινὴν δὲ περὶ κροτάφοισι φαεινὴ
  5. πήληξ βαλλομένη καναχὴν ἔχε, βάλλετο δʼ αἰεὶ
  6. κὰπ φάλαρʼ εὐποίηθʼ· ὃ δʼ ἀριστερὸν ὦμον ἔκαμνεν
  7. ἔμπεδον αἰὲν ἔχων σάκος αἰόλον· οὐδὲ δύναντο
  8. ἀμφʼ αὐτῷ πελεμίξαι ἐρείδοντες βελέεσσιν.
  9. αἰεὶ δʼ ἀργαλέῳ ἔχετʼ ἄσθματι, κὰδ δέ οἱ ἱδρὼς
  10. πάντοθεν ἐκ μελέων πολὺς ἔρρεεν, οὐδέ πῃ εἶχεν
  11. ἀμπνεῦσαι· πάντῃ δὲ κακὸν κακῷ ἐστήρικτο.
  12. ἔσπετε νῦν μοι Μοῦσαι Ὀλύμπια δώματʼ ἔχουσαι,
  13. ὅππως δὴ πρῶτον πῦρ ἔμπεσε νηυσὶν Ἀχαιῶν.
  14. Ἕκτωρ Αἴαντος δόρυ μείλινον ἄγχι παραστὰς
  15. πλῆξʼ ἄορι μεγάλῳ αἰχμῆς παρὰ καυλὸν ὄπισθεν,
  16. ἀντικρὺ δʼ ἀπάραξε· τὸ μὲν Τελαμώνιος Αἴας
  17. πῆλʼ αὔτως ἐν χειρὶ κόλον δόρυ, τῆλε δʼ ἀπʼ αὐτοῦ
  18. αἰχμὴ χαλκείη χαμάδις βόμβησε πεσοῦσα.
  19. γνῶ δʼ Αἴας κατὰ θυμὸν ἀμύμονα ῥίγησέν τε
  20. ἔργα θεῶν, ὅ ῥα πάγχυ μάχης ἐπὶ μήδεα κεῖρε