Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. γαῖαν ἐληλουθὼς φρεσὶ πευκαλίμῃσι νοήσῃ
  2. ἔνθʼ εἴην ἢ ἔνθα, μενοινήῃσί τε πολλά,
  3. ὣς κραιπνῶς μεμαυῖα διέπτατο πότνια Ἥρη·
  4. ἵκετο δʼ αἰπὺν Ὄλυμπον, ὁμηγερέεσσι δʼ ἐπῆλθεν
  5. ἀθανάτοισι θεοῖσι Διὸς δόμῳ· οἳ δὲ ἰδόντες
  6. πάντες ἀνήϊξαν καὶ δεικανόωντο δέπασσιν.
  7. ἣ δʼ ἄλλους μὲν ἔασε, Θέμιστι δὲ καλλιπαρῄῳ
  8. δέκτο δέπας· πρώτη γὰρ ἐναντίη ἦλθε θέουσα,
  9. καί μιν φωνήσασʼ ἔπεα πτερόεντα προσηύδα·
  10. Ἥρη τίπτε βέβηκας; ἀτυζομένῃ δὲ ἔοικας·
  11. ἦ μάλα δή σʼ ἐφόβησε Κρόνου πάϊς, ὅς τοι ἀκοίτης.
  12. τὴν δʼ ἠμείβετʼ ἔπειτα θεὰ λευκώλενος Ἥρη·
  13. μή με θεὰ Θέμι ταῦτα διείρεο· οἶσθα καὶ αὐτὴ
  14. οἷος κείνου θυμὸς ὑπερφίαλος καὶ ἀπηνής.
  15. ἀλλὰ σύ γʼ ἄρχε θεοῖσι δόμοις ἔνι δαιτὸς ἐΐσης·
  16. ταῦτα δὲ καὶ μετὰ πᾶσιν ἀκούσεαι ἀθανάτοισιν
  17. οἷα Ζεὺς κακὰ ἔργα πιφαύσκεται· οὐδέ τί φημι
  18. πᾶσιν ὁμῶς θυμὸν κεχαρησέμεν, οὔτε βροτοῖσιν
  19. οὔτε θεοῖς, εἴ πέρ τις ἔτι νῦν δαίνυται εὔφρων.
  20. ἣ μὲν ἄρʼ ὣς εἰποῦσα καθέζετο πότνια Ἥρη,