Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὦ φίλοι ἀνέρες ἔστε καὶ αἰδῶ θέσθʼ ἐνὶ θυμῷ
  2. ἄλλων ἀνθρώπων, ἐπὶ δὲ μνήσασθε ἕκαστος
  3. παίδων ἠδʼ ἀλόχων καὶ κτήσιος ἠδὲ τοκήων,
  4. ἠμὲν ὅτεῳ ζώουσι καὶ ᾧ κατατεθνήκασι·
  5. τῶν ὕπερ ἐνθάδʼ ἐγὼ γουνάζομαι οὐ παρεόντων
  6. ἑστάμεναι κρατερῶς, μὴ δὲ τρωπᾶσθε φόβον δέ.
  7. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  8. τοῖσι δʼ ἀπʼ ὀφθαλμῶν νέφος ἀχλύος ὦσεν Ἀθήνη
  9. θεσπέσιον· μάλα δέ σφι φόως γένετʼ ἀμφοτέρωθεν
  10. ἠμὲν πρὸς νηῶν καὶ ὁμοιΐου πολέμοιο.
  11. Ἕκτορα δὲ φράσσαντο βοὴν ἀγαθὸν καὶ ἑταίρους,
  12. ἠμὲν ὅσοι μετόπισθεν ἀφέστασαν οὐδὲ μάχοντο,
  13. ἠδʼ ὅσσοι παρὰ νηυσὶ μάχην ἐμάχοντο θοῇσιν.
  14. οὐδʼ ἄρʼ ἔτʼ Αἴαντι μεγαλήτορι ἥνδανε θυμῷ
  15. ἑστάμεν ἔνθά περ ἄλλοι ἀφέστασαν υἷες Ἀχαιῶν·
  16. ἀλλʼ ὅ γε νηῶν ἴκριʼ ἐπῴχετο μακρὰ βιβάσθων,
  17. νώμα δὲ ξυστὸν μέγα ναύμαχον ἐν παλάμῃσι
  18. κολλητὸν βλήτροισι δυωκαιεικοσίπηχυ.
  19. ὡς δʼ ὅτʼ ἀνὴρ ἵπποισι κελητίζειν ἐῢ εἰδώς,
  20. ὅς τʼ ἐπεὶ ἐκ πολέων πίσυρας συναείρεται ἵππους,