Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. τοῦ γένετʼ ἐκ πατρὸς πολὺ χείρονος υἱὸς ἀμείνων
  2. παντοίας ἀρετάς, ἠμὲν πόδας ἠδὲ μάχεσθαι,
  3. καὶ νόον ἐν πρώτοισι Μυκηναίων ἐτέτυκτο·
  4. ὅς ῥα τόθʼ Ἕκτορι κῦδος ὑπέρτερον ἐγγυάλιξε.
  5. στρεφθεὶς γὰρ μετόπισθεν ἐν ἀσπίδος ἄντυγι πάλτο,
  6. τὴν αὐτὸς φορέεσκε ποδηνεκέʼ ἕρκος ἀκόντων·
  7. τῇ ὅ γʼ ἐνὶ βλαφθεὶς πέσεν ὕπτιος, ἀμφὶ δὲ πήληξ
  8. σμερδαλέον κονάβησε περὶ κροτάφοισι πεσόντος.
  9. Ἕκτωρ δʼ ὀξὺ νόησε, θέων δέ οἱ ἄγχι παρέστη,
  10. στήθεϊ δʼ ἐν δόρυ πῆξε, φίλων δέ μιν ἐγγὺς ἑταίρων
  11. κτεῖνʼ· οἳ δʼ οὐκ ἐδύναντο καὶ ἀχνύμενοί περ ἑταίρου
  12. χραισμεῖν· αὐτοὶ γὰρ μάλα δείδισαν Ἕκτορα δῖον.
  13. εἰσωποὶ δʼ ἐγένοντο νεῶν, περὶ δʼ ἔσχεθον ἄκραι
  14. νῆες ὅσαι πρῶται εἰρύατο· τοὶ δʼ ἐπέχυντο.
  15. Ἀργεῖοι δὲ νεῶν μὲν ἐχώρησαν καὶ ἀνάγκῃ
  16. τῶν πρωτέων, αὐτοῦ δὲ παρὰ κλισίῃσιν ἔμειναν
  17. ἁθρόοι, οὐδὲ κέδασθεν ἀνὰ στρατόν· ἴσχε γὰρ αἰδὼς
  18. καὶ δέος· ἀζηχὲς γὰρ ὁμόκλεον ἀλλήλοισι.
  19. Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
  20. λίσσεθʼ ὑπὲρ τοκέων γουνούμενος ἄνδρα ἕκαστον·