Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἳ νῦν μιν τείρουσι κατὰ φρένας, αὐτὰρ Ἀχαιοὺς
  2. αὖτις ἀποστρέψῃσιν ἀνάλκιδα φύζαν ἐνόρσας,
  3. φεύγοντες δʼ ἐν νηυσὶ πολυκλήϊσι πέσωσι
  4. Πηλεΐδεω Ἀχιλῆος· ὃ δʼ ἀνστήσει ὃν ἑταῖρον
  5. Πάτροκλον· τὸν δὲ κτενεῖ ἔγχεϊ φαίδιμος Ἕκτωρ
  6. Ἰλίου προπάροιθε πολέας ὀλέσαντʼ αἰζηοὺς
  7. τοὺς ἄλλους, μετὰ δʼ υἱὸν ἐμὸν Σαρπηδόνα δῖον.
  8. τοῦ δὲ χολωσάμενος κτενεῖ Ἕκτορα δῖος Ἀχιλλεύς.
  9. ἐκ τοῦ δʼ ἄν τοι ἔπειτα παλίωξιν παρὰ νηῶν
  10. αἰὲν ἐγὼ τεύχοιμι διαμπερὲς εἰς ὅ κʼ Ἀχαιοὶ
  11. Ἴλιον αἰπὺ ἕλοιεν Ἀθηναίης διὰ βουλάς.
  12. τὸ πρὶν δʼ οὔτʼ ἄρʼ ἐγὼ παύω χόλον οὔτέ τινʼ ἄλλον
  13. ἀθανάτων Δαναοῖσιν ἀμυνέμεν ἐνθάδʼ ἐάσω
  14. πρίν γε τὸ Πηλεΐδαο τελευτηθῆναι ἐέλδωρ,
  15. ὥς οἱ ὑπέστην πρῶτον, ἐμῷ δʼ ἐπένευσα κάρητι,
  16. ἤματι τῷ ὅτʼ ἐμεῖο θεὰ Θέτις ἥψατο γούνων,
  17. λισσομένη τιμῆσαι Ἀχιλλῆα πτολίπορθον.
  18. ὣς ἔφατʼ, οὐδʼ ἀπίθησε θεὰ λευκώλενος Ἥρη,
  19. βῆ δʼ ἐξ Ἰδαίων ὀρέων ἐς μακρὸν Ὄλυμπον.
  20. ὡς δʼ ὅτʼ ἂν ἀΐξῃ νόος ἀνέρος, ὅς τʼ ἐπὶ πολλὴν