Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἐκ γὰρ δὴ τοῦ μέλλε παλίωξιν παρὰ νηῶν
  2. θησέμεναι Τρώων, Δαναοῖσι δὲ κῦδος ὀρέξειν.
  3. τὰ φρονέων νήεσσιν ἔπι γλαφυρῇσιν ἔγειρεν
  4. Ἕκτορα Πριαμίδην μάλα περ μεμαῶτα καὶ αὐτόν.
  5. μαίνετο δʼ ὡς ὅτʼ Ἄρης ἐγχέσπαλος ἢ ὀλοὸν πῦρ
  6. οὔρεσι μαίνηται βαθέης ἐν τάρφεσιν ὕλης·
  7. ἀφλοισμὸς δὲ περὶ στόμα γίγνετο, τὼ δέ οἱ ὄσσε
  8. λαμπέσθην βλοσυρῇσιν ὑπʼ ὀφρύσιν, ἀμφὶ δὲ πήληξ
  9. σμερδαλέον κροτάφοισι τινάσσετο μαρναμένοιο
  10. Ἕκτορος· αὐτὸς γάρ οἱ ἀπʼ αἰθέρος ἦεν ἀμύντωρ
  11. Ζεύς, ὅς μιν πλεόνεσσι μετʼ ἀνδράσι μοῦνον ἐόντα
  12. τίμα καὶ κύδαινε. μινυνθάδιος γὰρ ἔμελλεν
  13. ἔσσεσθʼ· ἤδη γάρ οἱ ἐπόρνυε μόρσιμον ἦμαρ
  14. Παλλὰς Ἀθηναίη ὑπὸ Πηλεΐδαο βίηφιν.
  15. καί ῥʼ ἔθελεν ῥῆξαι στίχας ἀνδρῶν πειρητίζων,
  16. ᾗ δὴ πλεῖστον ὅμιλον ὅρα καὶ τεύχεʼ ἄριστα·
  17. ἀλλʼ οὐδʼ ὧς δύνατο ῥῆξαι μάλα περ μενεαίνων·
  18. ἴσχον γὰρ πυργηδὸν ἀρηρότες, ἠΰτε πέτρη
  19. ἠλίβατος μεγάλη πολιῆς ἁλὸς ἐγγὺς ἐοῦσα,
  20. ἥ τε μένει λιγέων ἀνέμων λαιψηρὰ κέλευθα