Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Πουλυδάμας· καὶ τοῦ μὲν ἀπήμβροτεν· οὐ γὰρ Ἀπόλλων
  2. εἴα Πάνθου υἱὸν ἐνὶ προμάχοισι δαμῆναι·
  3. αὐτὰρ ὅ γε Κροίσμου στῆθος μέσον οὔτασε δουρί.
  4. δούπησεν δὲ πεσών· ὃ δʼ ἀπʼ ὤμων τεύχεʼ ἐσύλα.
  5. τόφρα δὲ τῷ ἐπόρουσε Δόλοψ αἰχμῆς ἐῢ εἰδὼς
  6. Λαμπετίδης, ὃν Λάμπος ἐγείνατο φέρτατον υἱὸν
  7. Λαομεδοντιάδης εὖ εἰδότα θούριδος ἀλκῆς,
  8. ὃς τότε Φυλεΐδαο μέσον σάκος οὔτασε δουρὶ
  9. ἐγγύθεν ὁρμηθείς· πυκινὸς δέ οἱ ἤρκεσε θώρηξ,
  10. τόν ῥʼ ἐφόρει γυάλοισιν ἀρηρότα· τόν ποτε Φυλεὺς
  11. ἤγαγεν ἐξ Ἐφύρης, ποταμοῦ ἄπο Σελλήεντος.
  12. ξεῖνος γάρ οἱ ἔδωκεν ἄναξ ἀνδρῶν Εὐφήτης
  13. ἐς πόλεμον φορέειν δηΐων ἀνδρῶν ἀλεωρήν·
  14. ὅς οἱ καὶ τότε παιδὸς ἀπὸ χροὸς ἤρκεσʼ ὄλεθρον.
  15. τοῦ δὲ Μέγης κόρυθος χαλκήρεος ἱπποδασείης
  16. κύμβαχον ἀκρότατον νύξʼ ἔγχεϊ ὀξυόεντι,
  17. ῥῆξε δʼ ἀφʼ ἵππειον λόφον αὐτοῦ· πᾶς δὲ χαμᾶζε
  18. κάππεσεν ἐν κονίῃσι νέον φοίνικι φαεινός.
  19. εἷος ὃ τῷ πολέμιζε μένων, ἔτι δʼ ἔλπετο νίκην,
  20. τόφρα δέ οἱ Μενέλαος ἀρήϊος ἦλθεν ἀμύντωρ,