Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. Αἴας δʼ αὖθʼ ἑτέρωθεν ἐκέκλετο οἷς ἑτάροισιν·
  2. αἰδὼς Ἀργεῖοι· νῦν ἄρκιον ἢ ἀπολέσθαι
  3. ἠὲ σαωθῆναι καὶ ἀπώσασθαι κακὰ νηῶν.
  4. ἦ ἔλπεσθʼ ἢν νῆας ἕλῃ κορυθαίολος Ἕκτωρ
  5. ἐμβαδὸν ἵξεσθαι ἣν πατρίδα γαῖαν ἕκαστος;
  6. ἦ οὐκ ὀτρύνοντος ἀκούετε λαὸν ἅπαντα
  7. Ἕκτορος, ὃς δὴ νῆας ἐνιπρῆσαι μενεαίνει;
  8. οὐ μὰν ἔς γε χορὸν κέλετʼ ἐλθέμεν, ἀλλὰ μάχεσθαι.
  9. ἡμῖν δʼ οὔ τις τοῦδε νόος καὶ μῆτις ἀμείνων
  10. ἢ αὐτοσχεδίῃ μῖξαι χεῖράς τε μένος τε.
  11. βέλτερον ἢ ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι
  12. ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι
  13. ὧδʼ αὔτως παρὰ νηυσὶν ὑπʼ ἀνδράσι χειροτέροισιν.
  14. ὣς εἰπὼν ὄτρυνε μένος καὶ θυμὸν ἑκάστου.
  15. ἔνθʼ Ἕκτωρ μὲν ἕλε Σχεδίον Περιμήδεος υἱὸν
  16. ἀρχὸν Φωκήων, Αἴας δʼ ἕλε Λαοδάμαντα
  17. ἡγεμόνα πρυλέων Ἀντήνορος ἀγλαὸν υἱόν·
  18. Πουλυδάμας δʼ Ὦτον Κυλλήνιον ἐξενάριξε
  19. Φυλεΐδεω ἕταρον, μεγαθύμων ἀρχὸν Ἐπειῶν.
  20. τῷ δὲ Μέγης ἐπόρουσεν ἰδών· ὃ δʼ ὕπαιθα λιάσθη