Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἀλλʼ οὐ λῆθε Διὸς πυκινὸν νόον, ὅς ῥʼ ἐφύλασσεν
  2. Ἕκτορʼ, ἀτὰρ Τεῦκρον Τελαμώνιον εὖχος ἀπηύρα,
  3. ὅς οἱ ἐϋστρεφέα νευρὴν ἐν ἀμύμονι τόξῳ
  4. ῥῆξʼ ἐπὶ τῷ ἐρύοντι· παρεπλάγχθη δέ οἱ ἄλλῃ
  5. ἰὸς χαλκοβαρής, τόξον δέ οἱ ἔκπεσε χειρός.
  6. Τεῦκρος δʼ ἐρρίγησε, κασίγνητον δὲ προσηύδα·
  7. ὢ πόποι ἦ δὴ πάγχυ μάχης ἐπὶ μήδεα κείρει
  8. δαίμων ἡμετέρης, ὅ τέ μοι βιὸν ἔκβαλε χειρός,
  9. νευρὴν δʼ ἐξέρρηξε νεόστροφον, ἣν ἐνέδησα
  10. πρώϊον, ὄφρʼ ἀνέχοιτο θαμὰ θρῴσκοντας ὀϊστούς.
  11. τὸν δʼ ἠμείβετʼ ἔπειτα μέγας Τελαμώνιος Αἴας·
  12. ὦ πέπον ἀλλὰ βιὸν μὲν ἔα καὶ ταρφέας ἰοὺς
  13. κεῖσθαι, ἐπεὶ συνέχευε θεὸς Δαναοῖσι μεγήρας·
  14. αὐτὰρ χερσὶν ἑλὼν δολιχὸν δόρυ καὶ σάκος ὤμῳ
  15. μάρναό τε Τρώεσσι καὶ ἄλλους ὄρνυθι λαούς.
  16. μὴ μὰν ἀσπουδί γε δαμασσάμενοί περ ἕλοιεν
  17. νῆας ἐϋσσέλμους, ἀλλὰ μνησώμεθα χάρμης.
  18. ὣς φάθʼ, ὃ δὲ τόξον μὲν ἐνὶ κλισίῃσιν ἔθηκεν,
  19. αὐτὰρ ὅ γʼ ἀμφʼ ὤμοισι σάκος θέτο τετραθέλυμνον,
  20. κρατὶ δʼ ἐπʼ ἰφθίμῳ κυνέην εὔτυκτον ἔθηκεν