Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ὠκύμοροι καὶ τόξον ὅ τοι πόρε Φοῖβος Ἀπόλλων;
  2. ὣς φάθʼ, ὃ δὲ ξυνέηκε, θέων δέ οἱ ἄγχι παρέστη,
  3. τόξον ἔχων ἐν χειρὶ παλίντονον ἠδὲ φαρέτρην
  4. ἰοδόκον· μάλα δʼ ὦκα βέλεα Τρώεσσιν ἐφίει.
  5. καί ῥʼ ἔβαλε Κλεῖτον Πεισήνορος ἀγλαὸν υἱὸν
  6. Πουλυδάμαντος ἑταῖρον ἀγαυοῦ Πανθοΐδαο
  7. ἡνία χερσὶν ἔχοντα· ὃ μὲν πεπόνητο καθʼ ἵππους·
  8. τῇ γὰρ ἔχʼ ᾗ ῥα πολὺ πλεῖσται κλονέοντο φάλαγγες
  9. Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος· τάχα δʼ αὐτῷ
  10. ἦλθε κακόν, τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
  11. αὐχένι γάρ οἱ ὄπισθε πολύστονος ἔμπεσεν ἰός·
  12. ἤριπε δʼ ἐξ ὀχέων, ὑπερώησαν δέ οἱ ἵπποι
  13. κείνʼ ὄχεα κροτέοντες. ἄναξ δʼ ἐνόησε τάχιστα
  14. Πουλυδάμας, καὶ πρῶτος ἐναντίος ἤλυθεν ἵππων.
  15. τοὺς μὲν ὅ γʼ Ἀστυνόῳ Προτιάονος υἱέϊ δῶκε,
  16. πολλὰ δʼ ἐπότρυνε σχεδὸν ἴσχειν εἰσορόωντα
  17. ἵππους· αὐτὸς δʼ αὖτις ἰὼν προμάχοισιν ἐμίχθη.
  18. Τεῦκρος δʼ ἄλλον ὀϊστὸν ἐφʼ Ἕκτορι χαλκοκορυστῇ
  19. αἴνυτο, καί κεν ἔπαυσε μάχης ἐπὶ νηυσὶν Ἀχαιῶν,
  20. εἴ μιν ἀριστεύοντα βαλὼν ἐξείλετο θυμόν.