Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. αἰγίδʼ ἔχων ἐρίτιμον· ἔρειπε δὲ τεῖχος Ἀχαιῶν
  2. ῥεῖα μάλʼ, ὡς ὅτε τις ψάμαθον πάϊς ἄγχι θαλάσσης,
  3. ὅς τʼ ἐπεὶ οὖν ποιήσῃ ἀθύρματα νηπιέῃσιν
  4. ἂψ αὖτις συνέχευε ποσὶν καὶ χερσὶν ἀθύρων.
  5. ὥς ῥα σὺ ἤϊε Φοῖβε πολὺν κάματον καὶ ὀϊζὺν
  6. σύγχεας Ἀργείων, αὐτοῖσι δὲ φύζαν ἐνῶρσας.
  7. ὣς οἳ μὲν παρὰ νηυσὶν ἐρητύοντο μένοντες,
  8. ἀλλήλοισί τε κεκλόμενοι καὶ πᾶσι θεοῖσι
  9. χεῖρας ἀνίσχοντες μεγάλʼ εὐχετόωντο ἕκαστος·
  10. Νέστωρ αὖτε μάλιστα Γερήνιος οὖρος Ἀχαιῶν
  11. εὔχετο χεῖρʼ ὀρέγων εἰς οὐρανὸν ἀστερόεντα·
  12. Ζεῦ πάτερ εἴ ποτέ τίς τοι ἐν Ἄργεΐ περ πολυπύρῳ
  13. ἢ βοὸς ἢ οἰὸς κατὰ πίονα μηρία καίων
  14. εὔχετο νοστῆσαι, σὺ δʼ ὑπέσχεο καὶ κατένευσας,
  15. τῶν μνῆσαι καὶ ἄμυνον Ὀλύμπιε νηλεὲς ἦμαρ,
  16. μηδʼ οὕτω Τρώεσσιν ἔα δάμνασθαι Ἀχαιούς.
  17. ὣς ἔφατʼ εὐχόμενος, μέγα δʼ ἔκτυπε μητίετα Ζεύς,
  18. ἀράων ἀΐων Νηληϊάδαο γέροντος.
  19. Τρῶες δʼ ὡς ἐπύθοντο Διὸς κτύπον αἰγιόχοιο,
  20. μᾶλλον ἐπʼ Ἀργείοισι θόρον, μνήσαντο δὲ χάρμης.