Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. σεῖσʼ, ἐπὶ δʼ αὐτὸς ἄϋσε μάλα μέγα, τοῖσι δὲ θυμὸν
  2. ἐν στήθεσσιν ἔθελξε, λάθοντο δὲ θούριδος ἀλκῆς.
  3. οἳ δʼ ὥς τʼ ἠὲ βοῶν ἀγέλην ἢ πῶϋ μέγʼ οἰῶν
  4. θῆρε δύω κλονέωσι μελαίνης νυκτὸς ἀμολγῷ
  5. ἐλθόντʼ ἐξαπίνης σημάντορος οὐ παρεόντος,
  6. ὣς ἐφόβηθεν Ἀχαιοὶ ἀνάλκιδες· ἐν γὰρ Ἀπόλλων
  7. ἧκε φόβον, Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
  8. ἔνθα δʼ ἀνὴρ ἕλεν ἄνδρα κεδασθείσης ὑσμίνης.
  9. Ἕκτωρ μὲν Στιχίον τε καὶ Ἀρκεσίλαον ἔπεφνε,
  10. τὸν μὲν Βοιωτῶν ἡγήτορα χαλκοχιτώνων,
  11. τὸν δὲ Μενεσθῆος μεγαθύμου πιστὸν ἑταῖρον·
  12. Αἰνείας δὲ Μέδοντα καὶ Ἴασον ἐξενάριξεν.
  13. ἤτοι ὃ μὲν νόθος υἱὸς Ὀϊλῆος θείοιο
  14. ἔσκε Μέδων Αἴαντος ἀδελφεός· αὐτὰρ ἔναιεν
  15. ἐν Φυλάκῃ γαίης ἄπο πατρίδος ἄνδρα κατακτὰς
  16. γνωτὸν μητρυιῆς Ἐριώπιδος, ἣν ἔχʼ Ὀϊλεύς·
  17. Ἴασος αὖτʼ ἀρχὸς μὲν Ἀθηναίων ἐτέτυκτο,
  18. υἱὸς δὲ Σφήλοιο καλέσκετο Βουκολίδαο.
  19. Μηκιστῆ δʼ ἕλε Πουλυδάμας, Ἐχίον δὲ Πολίτης
  20. πρώτῃ ἐν ὑσμίνῃ, Κλονίον δʼ ἕλε δῖος Ἀγήνωρ.