Iliad

Homer

Homer. Homeri Opera, Volumes 1-2. Monro, D. B. (David Binning), editor; Allen, Thomas W. (Thomas William), editor. Oxford: Clarendon Press, 1908-1920.

  1. ἔρχεο νῦν φίλε Φοῖβε μεθʼ Ἕκτορα χαλκοκορυστήν·
  2. ἤδη μὲν γάρ τοι γαιήοχος ἐννοσίγαιος
  3. οἴχεται εἰς ἅλα δῖαν ἀλευάμενος χόλον αἰπὺν
  4. ἡμέτερον· μάλα γάρ κε μάχης ἐπύθοντο καὶ ἄλλοι,
  5. οἵ περ ἐνέρτεροί εἰσι θεοὶ Κρόνον ἀμφὶς ἐόντες.
  6. ἀλλὰ τόδʼ ἠμὲν ἐμοὶ πολὺ κέρδιον ἠδέ οἱ αὐτῷ
  7. ἔπλετο, ὅττι πάροιθε νεμεσσηθεὶς ὑπόειξε
  8. χεῖρας ἐμάς, ἐπεὶ οὔ κεν ἀνιδρωτί γʼ ἐτελέσθη.
  9. ἀλλὰ σύ γʼ ἐν χείρεσσι λάβʼ αἰγίδα θυσσανόεσσαν,
  10. τῇ μάλʼ ἐπισσείων φοβέειν ἥρωας Ἀχαιούς·
  11. σοὶ δʼ αὐτῷ μελέτω ἑκατηβόλε φαίδιμος Ἕκτωρ·
  12. τόφρα γὰρ οὖν οἱ ἔγειρε μένος μέγα, ὄφρʼ ἂν Ἀχαιοὶ
  13. φεύγοντες νῆάς τε καὶ Ἑλλήσποντον ἵκωνται.
  14. κεῖθεν δʼ αὐτὸς ἐγὼ φράσομαι ἔργον τε ἔπος τε,
  15. ὥς κε καὶ αὖτις Ἀχαιοὶ ἀναπνεύσωσι πόνοιο.
  16. ὣς ἔφατʼ, οὐδʼ ἄρα πατρὸς ἀνηκούστησεν Ἀπόλλων,
  17. βῆ δὲ κατʼ Ἰδαίων ὀρέων ἴρηκι ἐοικὼς
  18. ὠκέϊ φασσοφόνῳ, ὅς τʼ ὤκιστος πετεηνῶν.
  19. εὗρʼ υἱὸν Πριάμοιο δαΐφρονος Ἕκτορα δῖον
  20. ἥμενον, οὐδʼ ἔτι κεῖτο, νέον δʼ ἐσαγείρετο θυμόν,